Add parallel Print Page Options

18 Αἱ γυναῖκες, ὑποτάσσεσθε [a]τοῖς ἀνδράσιν, ὡς ἀνῆκεν ἐν κυρίῳ. 19 οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς.

20 Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν κατὰ πάντα, τοῦτο γὰρ [b]εὐάρεστόν ἐστιν ἐν κυρίῳ. 21 οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν. 22 οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν [c]ὀφθαλμοδουλίαις, ὡς ἀνθρωπάρεσκοι, ἀλλ’ ἐν ἁπλότητι καρδίας, φοβούμενοι τὸν [d]κύριον. 23 [e]ὃ ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις, 24 εἰδότες ὅτι ἀπὸ κυρίου [f]ἀπολήμψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας· [g]τῷ κυρίῳ Χριστῷ δουλεύετε· 25 [h]γὰρ ἀδικῶν κομίσεται ὃ ἠδίκησεν, καὶ οὐκ ἔστιν προσωπολημψία.

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:18 τοῖς WH Treg NIV ] + ἰδίοις RP
  2. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:20 εὐάρεστόν ἐστιν WH Treg NIV ] ἐστιν εὐάρεστον RP
  3. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:22 ὀφθαλμοδουλίαις WH Treg RP ] ὀφθαλμοδουλίᾳ NIV
  4. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:22 κύριον WH Treg NIV ] θεόν RP
  5. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:23 WH Treg NIV ] καὶ πᾶν ὃ τι RP
  6. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:24 ἀπολήμψεσθε WH Treg NIV ] λήψεσθε RP
  7. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:24 τῷ WH Treg NIV ] + γὰρ RP
  8. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3:25 γὰρ WH Treg NIV ] δὲ RP